Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.111 Joseph. AJ 19.116 (English) >>Joseph. AJ 19.122

19.114

Καὶ Γάιος μὲν τοιούτῳ τρόπῳ χρησάμενος τῆς τελευτῆς ὑπὸ τοῦ πολλοῦ τῶν τραυμάτων ἀποψυχθεὶς ἔκειτο. 19.115οἱ δὲ περὶ τὸν Χαιρέαν ἐπειδὴ κατείργαστο αὐτοῖς ἤδη Γάιος, ὁδοὺς μὲν τὰς αὐτὰς ἰόντες σώζειν αὑτοὺς ἀμήχανον ἑώρων, ὄκνῳ τε τῶν γεγονότων, οὐ γὰρ μικρὸν ἦν τὸν αὐτοκράτορα ἀνῃρηκόσι τὸ κινδύνευμα ὑπό τε ἀνοίας τοῦ δήμου τιμώμενον καὶ ὄντα προσφιλῆ καὶ τῶν στρατιωτῶν μὴ ἀναιμωτὶ ποιησομένων τὴν ζήτησιν αὐτοῦ, 19.116ἄλλως τε στενῶν οὐσῶν τῶν ὁδῶν, καθʼ ἃς ἔπραξαν τὸ ἔργον, καὶ μεγάλου πλήθους ἐμφράξαντος αὐτὰς τῆς τε θεραπείας καὶ ὁπόσοι τῶν στρατιωτῶν ἐπὶ φυλακῇ τοῦ αὐτοκράτορος ἐκείνην παρῆσαν τὴν ἡμέραν, 19.117ὁδούς τε ἑτέρας χωροῦντες παρῆσαν εἰς τὴν Γερμανικοῦ μὲν οἰκίαν τοῦ Γαΐου πατρός, ὃν τότε ἀνῃρήκεσαν, συνημμένη δὲ ἐκείνη, διὰ τὸ ἓν τὸ βασίλειον ὂν ἐπʼ οἰκοδομίαις ἑκάστου τῶν ἐν τῇ ἡγεμονίᾳ γεγονότων ἀσκηθὲν ἀπὸ μέρους ὀνόματι τῶν οἰκοδομηθησομένων καί τι τῶν ἡμερῶν οἰκήσεις ἀρξάντων τὴν ἐπωνυμίαν παρασχέσθαι. 19.118καὶ διεκπεσόμενοι ἐκ τοῦ πλήθους τὴν ἔφοδον ἐν ἀδείᾳ τὸ παρὸν ἦσαν λανθάνοντος ἀκμὴν κακοῦ τοῦ τὸν αὐτοκράτορα παρειληφότος. 19.119πρώτους δὲ εἰς τοὺς Γερμανοὺς αἴσθησις ἀφίκετο τῆς Γαΐου τελευτῆς. δορυφόροι δʼ ἦσαν οὗτοι ὁμώνυμοι τῷ ἔθνει ἀφʼ οὗ κατειλέχατο Κελτικοῦ τάγμα παρεχόμενοι τὸ αὐτῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.111 Joseph. AJ 19.116 (English) >>Joseph. AJ 19.122

Powered by PhiloLogic